Συνέγραψε πρώτος Κοσμογονία και Ζωογονία (Ανθρωπογονία), καθώς αναφέρει ό Φίλων ό Βύβλιος (Απ. 2): «τωv ύφ' ηλίω γεγοvότωv πρωτός εστι Τάαυτος, δ τωv Γραμμάτωv τηv εύρεσιv επιvοήσας (Ιερογλυφικά), και της τωv.....
υπομvημάτωv Γραφής κατάρξας, ον Αιγύπτιοι μεv εκάλεσαv Θωύθ Αλεξαvδρείς δε Θώθ, Έρμηv δε Έλληvες».
Ο Ερμής εχρημάτισε Γραμματεύς του Κρόνου (ό όποιος εβασίλευσε μετά τον Αμμωνα στην Αίγυπτο): «Προελθών δ Kρόνoς Ερμή τω Τρισμεγίστω συμβούλω και βοηθώ χρώμενος, ούτος γαρ ην αυτώ γραμματεύς». Συνεμάχησε όμως κατόπιν στην Τιτανομαχία με τον Δία, του όποίου θεωρείται το λοιπόν Αγγελιοφόρος.
Έχουν διασωθή τα λεγόμενα Ερμητικά Κείμενα, εκ των οποίων αξίζει να αναφέρουμε αποσπάσματα απο τον «'Ιερον Λόγο», σε αντιπαραβολη με αποσπάσματα απο την «Γένεσι» της Βίβλου, για να προκύψουν αυθορμήτως σημαντικά συμπεράσματα:
Δόξα πάντων ὁ θεὸς καὶ θεῖον καὶ φύσις θεία. ἀρχὴ
τῶν ὄντων ὁ θεός, καὶ νοῦς καὶ φύσις καὶ ὕλη,
σοφία εἰς δεῖξιν ἁπάντων ὤν·
ἀρχὴ τὸ θεῖον καὶ φύσις καὶ ἐνέργεια
καὶ ἀνάγκη καὶ τέλος καὶ ἀνανέωσις.
ἧν γὰρ σκότος ἄπειρον ἐν ἀβύσσῳ καὶ ὕδωρ καὶ πνεῦμα
λεπτὸν νοερόν, δυνάμει θείᾳ ὄντα ἐν χάει. ἀνείθη δὴ φῶς
ἅγιον καὶ ἐπάγη ὑφ' ἅμμῳ ἐξ ὑγρᾶς οὐσίας στοιχεῖα καὶ
θεοὶ πάντες καταδιερῶσι φύσεως ἐνσπόρου.
ἀδιορίστων δὲ ὄντων ἁπάντων καὶ ἀκατασκευάστων,
ἀποδιωρίσθη τὰ ἐλαφρὰ εἰς ὕψος καὶ τὰ βαρέα ἐθεμελιώθη
ἐφ' ὑγρᾷ ἄμμῳ, πυρὶ τῶν ὅλων διορισθέντων
καὶ ἀνακρεμασθέντων πνεύματι ὀχεῖσθαι·
καὶ ὤφθη ὁ οὐρανὸς ἐν κύκλοις
ἑπτά, καὶ θεοὶ [ταῖς] ἐν ἄστρων ἰδέαις ὀπτανόμενοι, σὺν
τοῖς αὐτῶν σημείοις ἅπασι, καὶ διηρθρώθη ... σὺν τοῖς ἐν
αὐτῇ θεοῖς, καὶ περιειλίγη τὸ περικύκλιον ἀέρι, κυκλίῳ
δρομήματι πνεύματι θείῳ ὀχούμενον.
ἀνῆκε δὲ ἕκαστος θεὸς διὰ τῆς ἰδίας δυνάμεως τὸ
προσταχθὲν αὐτῷ, καὶ ἐγένετο θηρία τετράποδα καὶ ἑρπετὰ
καὶ ἔνυδρα καὶ πτηνὰ καὶ πᾶσα σπορὰ ἔνσπορος καὶ χόρτος
καὶ ἄνθους παντὸς χλόη· τὸ σπέρμα τῆς παλιγγενεσίας
ἐν ἑαυτοῖς ἐσπερμολόγουν τάς τε γενέσεις τῶν ἀνθρώπων
εἰς ἔργων θείων γνῶσιν καὶ φύσεως ἐνεργοῦσαν μαρτυρίαν
καὶ πλῆθος ἀνθρώπων καὶ πάντων τῶν ὑπὸ οὐρανὸν
δεσποτείαν καὶ ἀγαθῶν ἐπίγνωσιν, εἰς τὸ αὐξάνεσθαι ἐν
αὐξήσει καὶ πληθύνεσθαι ἐν πλήθει, καὶ πᾶσαν ἐν σαρκὶ
ψυχὴν διὰ δρομήματος θεῶν ἐγκυκλίων τερασπορίας,
εἰς κατοπτείαν οὐρανοῦ καὶ δρομήματος οὐρανίων θεῶν καὶ
ἔργων θείων καὶ φύσεως ἐνεργείας εἴς τε σημεῖα ἀγαθῶν,
εἰς γνῶσιν θείας δυνάμεως μοίρης ὀχλουμένης γνῶναι
ἀγαθῶν καὶ φαύλων, καὶ πᾶσαν ἀγαθῶν δαιδαλουργίαν εὑρεῖν.
ἄρχεται αὐτῶν βιῶσαί τε καὶ σοφισθῆναι πρὸς
μοῖραν δρομήματος κυκλίων θεῶν, καὶ ἀναλυθῆναι εἰς ὃ
ἔσται μεγάλα ἀπομνημονεύματα τεχνουργημάτων ἐπὶ τῆς
γῆς καταλιπόντες ἐν ὀνόματι χρόνων ἀμαύρωσιν καὶ
πᾶσαν γένεσιν ἐμψύχου σαρκὸς καὶ καρποῦ σπορᾶς καὶ
πάσης τεχνουργίας τὰ ἐλαττούμενα ἀνανεωθήσεται ἀνάγκῃ
καὶ ἀνανεώσει θεῶν καὶ φύσεως κύκλου ἐναριθμίου δρομήματι.
τὸ γὰρ θεῖον ἡ πᾶσα κοσμικὴ σύγκρασις φύσει ἀνανεουμένη·
ἐν γὰρ τῷ θείῳ καὶ ἡ φύσις καθέστηκεν.
Αξίζει να επικεντρωθούμε στα εξής αποσπάσματα απο τον "Ιερό Λόγο":
Δόξα πάντων ό Θεός... αρχή των όντων ό Θεός...
Αδιορίστων δε όντων απάντων και ακατασκευάστων...
Ην γαρ σκότoς άπειρον έν αβύσσω και ύδωρ και πνεύμα λεπτόν νοερόν, δυνάμει θεία όντα έν χάει.
Ανείθη δη φώς άγιον και επάγη ύφ άμμω εξ υγράς ουσίας στοιχεία... Και ώφθη oυρανός έν κύκλοις επτά... και θεοί ταίς έν άστρων ιδέαις οπτανόμενοι...
Και εγένετο θηρία τετράποδα και ερπετά και ένυδρα και πτηνά και πάσα σπορά ένσπoρoς και χόρτoς
και άνθους παντός χλόη...
Τάς τε γενέσεις ανθρώπων εις έργων θείων γνώσιν...
Και πληθος ανθρώπων... εις το αυξάνεσθαι εν αυξήσει και πληθύνεσθαι εν πλήθει.
H κατα Βίβλον ΓΕΝΕΣΙΣ .... πολλούς αιώνες μετά..:
Έν αρχή εποίησεν ό Θεός τον ουρανόν και την γήν.
Η δέ γη ήτο άμορφος και έρημος.
Και σκότoς επί του προσώπου της αβύσσου. Και πνεύμα Θεού εφέρετο επί της επιφανείας των υδάτων...
Γεννηθήτω φώς... γεννηθήτω στερέωμα ανά μέσον των υδάτων... Εποίησεν ό Θεός τον ουρανόν... Και τους αστέρας εν τω στερεώματι..
Και είπεν ό Θεός, ας βλαστήση ή γη χλωρόν χόρτον κάμνοντα σπόρον..νήκτα έμψυχα και πετεινά... κτήνη και ερπετά και ζώα...
Και εποίησεν ό Θεός τον άνθρωπον αυξάνεσθαι και πληθύνεσθαι...
0 comments:
Δημοσίευση σχολίου